詩篇 第9,10篇 [七十士譯本9篇] PSALM 09 ΨΑΛΜΟΣ Θ' [Ο'] [SEPTUAGINT] 稱頌耶和華的公義, 為公義而祈禱

                  

 

Εἰς τὸ τέλος, ὑπὲρ τῶν κρυφίων τοῦ υἱοῦ· ψαλμὸς τῷ Δαυείδ. 大衛的詩、交與伶長、調用慕拉便。
Ἐξομολογὴσομαι σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου·
我要一心稱謝耶和華‧我要傳揚你一切奇妙的作為。
εὐφρανθήσομαι καὶ ἀγαλλιάσομαι ἐν σοί, ψαλῶ τῷ ὀνόματί σου, Ὕψιστε.
我要因你歡喜快樂‧至高者阿、我要歌頌你的名。
ἐν τῷ ἀποστραφῆναι τὸν ἐχθρὸν μου εἰς τὰ ὀπίσω, ἀσθενήσουσιν καὶ ἀπολοῦνται ἀπὸ προσώπου σου.
我的仇敵轉身退去的時候、他們一見你的面、就跌倒滅亡。
ὅτι ἐποίησας τὴν κρίσιν μου καὶ τὴν δίκην μου, ἐκάθισας ἐπὶ θρόνου, ὁ κρίνων δικαιοσύνην.
因你已經為我伸寃、為我辨屈‧你坐在寶座上、按公義審判。
ἐπετίμησας ἔθνεσιν, καὶ ἀπώλετο ὁ ἀσεβής· τὸ ὄνομα αὐτῶν ἐξήλειψας εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
你曾斥責外邦‧你曾滅絕惡人‧你曾塗抹他們的名、直到永永遠遠。
τοῦ ἐχθροῦ ἐξέλιπον αἱ ῥομφαῖαι εἰς τέλος, καὶ πόλεις καθεῖλες· ἀπώλετο τὸ μνημόσυνον αὐτῶν μετʼ ἠχοῦς·
仇敵到了盡頭‧他們被毀壞、直到永遠‧你拆毀他們的城邑‧連他們的名號、都歸於無有。
καὶ ὁ κύριος εἰς τὸν αἰῶνα μένει· ἡτοίμασεν ἐν κρίσει τὸν θρόνον αὐτοῦ.
惟耶和華坐着為王、直到永遠‧他已經為審判設擺他的寶座‧
καὶ αὐτὸς κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, κρινεῖ λαοὺς ἐν εὐθύτητι.
他要按公義審判世界、按正直判斷萬民。
καὶ ἐγένετο Κύριος καταφυγὴ τῷ πένητι, βοηθὸς ἐν εὐκαιρίαις ἐν θλίψει.
耶和華又要給受欺壓的人作高臺、在患難的時候作高臺。
καὶ ἐλπισάτωσαν ἐπὶ σὲ οἱ γινώσκοντες τὸ ὄνομά σου, ὅτι οὐκ ἐνκατέλιπες τοὺς ἐκζητοῦντάς σε, Κύριε.
耶和華阿、認識你名的人要倚靠你‧因你沒有離棄尋求你的人。
ψάλατε τῷ κυρίῳ τῷ κατοικοῦντι ἐν Σιών, ἀναγγείλατε ἐν τοῖς ἔθνεσιν τὰ ἐπιτηδεύματα αὐτοῦ·
應當歌頌居錫安的耶和華、將他所行的傳揚在眾民中。
ὅτι ἐκζητῶν τὰ αἵματα αὐτῶν ἐμνήσθη, οὐκ ἐπελάθετο τῆς δεήσεως τῶν πενήτων.
因為那追討流人血之罪的、他記念受屈的人、不忘記困苦人的哀求。
ἐλέησόν με, Κύριε· ἴδε τὴν ταπείνωσίν μου ἐκ τῶν ἐχθρῶν μου, ὁ ὑψῶν με ἐκ τῶν πυλῶν τοῦ θανάτου,
耶和華阿、你是從死門把我提拔起來的‧求你憐恤我‧看那恨我的人所加給我的苦難。
ὅπως ἂν ἐξαγγείλω πάσας τὰς αἰνέσεις σου ἐν ταῖς πύλαις τῆς θυγατρὸς Σιών· ἀγαλλιάσομαι ἐπὶ τῷ σωτηρίῳ σου.
好叫我述說你一切的美德‧我必在錫安城的門、〔城原文作女子〕因你的救恩歡樂。
ἐνεπάγησαν ἔθνη ἐν διαφθορᾷ ᾗ ἐποίησαν, ἐν παγίδι ταύτῃ ᾗ ἔκρυψαν συνελήμφθη ὁ ποὺς αὐτῶν.
外邦人陷在自己所掘的坑中‧他們的腳在自己暗設的網羅裏纏住了。
γινώσκεται Κύριος κρίματα ποιῶν, ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ συνελήμφθη ὁ ἁμαρτωλός. ᾠδὴ διαψάλματος.
耶和華已將自己顯明了、他已施行審判‧惡人被自己手所作的纏住了。〔或作他叫惡人被自己手所作的累住了〕〔細拉〕
ἀποστραφήτωσαν οἱ ἁμαρτωλοὶ εἰς τὸν ᾅδην, πάντα τὰ ἔθνη τὰ ἐπιλανθανόμενα τοῦ θεοῦ.
惡人、就是忘記 神的外邦人、都必歸到陰間。
ὅτι οὐκ εἰς τέλος ἐπιλησθήσεται ὁ πτωχός, ἡ ὑπομονὴ τῶν πενήτων οὐκ ἀπολεῖται εἰς τελος (τὸν αἰῶνα).
窮乏人必不永久被忘、困苦人的指望、必不永遠落空。
ἀνάστηθι, Κύριε, μὴ κραταιούσθω ἄνθρωπος, κριθήτωσαν ἔθνη ἐνώπιον σου.
耶和華阿、求你起來、不容人得勝‧願外邦人在你面前受審判。
κατάστησον, Κύριε, νομοθέτην ἐπʼ αὐτούς, γνώτωσαν ἔθνη ὅτι οἱ ἄνθρωποί εἰσιν. διάψαλμα.
耶和華阿、求你使外邦人恐懼‧願他們知道自己不過是人。〔細拉〕
ἵνα τί, Κύριε, ἀφέστηκας μακρόθεν; ὑπερορᾷς ἐν εὐκαιρίαις ἐν θλίψει;
耶和華阿、你為甚麼站在遠處‧在患難的時候、為甚麼隱藏。
ἐν τῷ ὑπερηφανεύεσθαι τὸν ἀσεβῆ ἐνπυρίζεται ὁ πτωχός· συνλαμβάνονται ἐν διαβουλίοις οἷς διαλογίζονται.
惡人在驕橫中、把困苦人追得火急‧願他們陷在自己所設的計謀裏。
ὅτι ἐπαινεῖται ὁ ἁμαρτωλὸς ἐν ταῖς ἐπιθυμίαις τῆς ψυχῆς αὐτοῦ, καὶ ὁ ἀδικῶν ἐνευλογεῖται.
因為惡人以心願自誇‧貪財的背棄耶和華、並且輕慢他。〔或作他祝福貪財的卻輕慢耶和華〕
παρώξυνεν τὸν Κύριον (4) ὁ ἁμαρτωλός, κατὰ τὸ πλῆθος τῆς ὀργῆς αὐτοῦ οὐκ ἐκζητήσει· οὐκ ἔστιν ὁ θεὸς ἐνώπιον αὐτοῦ.
惡人面帶驕傲、說、耶和華必不追究。他一切所想的、都以為沒有 神。
βεβηλοῦνται αἱ ὁδοὶ αὐτοῦ ἐν παντὶ καιρῷ· ἀνταναιρεῖται τὰ κρίματά σου ἀπὸ προσώπου αὐτοῦ, πάντων τῶν ἐχθρῶν αὐτοῦ κατακυριεύσει.
凡他所作的、時常穩固‧你的審判超過他的眼界。至於他一切的敵人、他都向他們噴氣。
εἶπεν γὰρ ἐν καρδίᾳ αὐτοῦ Οὐ μὴ σαλευθῶ ἀπὸ γενεᾶς εἰς γενεὰν ἄνευ κακοῦ.
他心裏說、我必不動搖、世世代代不遭災難。
οὗ ἀρᾶς τὸ στόμα αὐτοῦ γέμει καὶ πικρίας καὶ δόλου, ὑπὸ τὴν γλῶσσαν αὐτοῦ κόπος καὶ πόνος.
他滿口是咒罵、詭詐、欺壓‧舌底是毒害奸惡。
ἐνκάθηται ἐνέδρᾳ μετὰ πλουσίων ἐν ἀποκρύφοις ἀποκτεῖναι ἀθῷον· οἱ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν πένητα ἀποβλέπουσιν.
他在村莊埋伏等候‧他在隱密處殺害無辜的人‧他的眼睛窺探無倚無靠的人。
ἐνεδρεύει ἐν ἀποκρύφῳ, ὡς λέων ἐν τῇ μάνδρᾳ αὐτοῦ· ἐνεδρεύει τοῦ ἁρπάσαι πτωχόν, ἁρπάσαι πτωχὸν ἐν τῷ ἑλκύσαι αὐτόν·
他埋伏在暗地、如獅子蹲在洞中‧他埋伏、要擄去困苦人‧他拉網、就把困苦人擄去。
ἐν τῇ παγίδι αὐτοῦ ταπεινώσει αὐτόν· κύψει καὶ πεσεῖται ἐν τῷ αὐτὸν κατακυριεῦσαι τῶν πενήτων.
他屈身蹲伏、無倚無靠的人、就倒在他爪牙之下、〔爪牙或作強暴人〕
εἶπεν γὰρ ἐν τῇ καρδίᾳ αὐτοῦ Ἐπιλέλησται ὁ θεός, ἀπέστρεψεν τὸ πρόσωπον αὐτοῦ τοῦ μὴ βλέπειν εἰς τέλος.
他心裏說、 神竟忘記了‧他掩面、永不觀看。
ἀνάστηθι, Κύριε ὁ θεός, ὑψωθήτω ἡ χείρ σου· μὴ ἐπιλάθῃ τῶν πενήτων.
耶和華阿、求你起來‧ 神阿、求你舉手‧不要忘記困苦人。
ἕνεκεν τίνος παρώξυνεν ὁ ἀσεβὴς τὸν θεόν; εἶπεν γὰρ ἐν καρδίᾳ αὐτοῦ Οὐ ζητήσει.
惡人為何輕慢 神、心裏說、你必不追究。
βλέπεις, ὅτι σὺ πόνον καὶ θυμὸν κατανοήσεις, τοῦ παραδοῦναι αὐτοὺς εἰς χεῖράς σου. σοὶ οὖν ἐνκαταλέλειπται ὁ πτωχός, ὀρφανῷ σὺ ἦσθα βοηθός.
其實你已經觀看‧因為奸惡毒害、你都看見了、為要以手施行報應‧無倚無靠的人、把自己交託你‧你向來是幫助孤兒的。
σύντριψον τὸν βραχίονα τοῦ ἁμαρτωλοῦ καὶ πονηροῦ· ζητηθήσεται ἡ ἁμαρτία αὐτοῦ, καὶ οὐ μὴ εὑρεθῇ διʼ αὐτήν.
願你打斷惡人的膀臂‧至於壞人、願你追究他的惡、直到淨盡。
βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ἀπολεῖσθε, ἔθνη, ἐκ τῆς γῆς αὐτοῦ.
耶和華永永遠遠為王‧外邦人從他的地已經滅絕了。
τὴν ἐπιθυμίαν τῶν πενήτων εἰσήκουσεν Κύριος, τὴν ἑτοιμασίαν τῆς καρδίας αὐτῶν προσέσχεν τὸ οὖς σου,
耶和華阿、謙卑人的心願、你早已知道‧〔原文作聽見〕你必豫備他們的心、也必側耳聽他們的祈求。
κρῖναι ὀρφανῷ καὶ ταπεινῷ, ἵνα μὴ προσθῇ ἔτι μεγαλαυχεῖν ἄνθρωπος ἐπὶ τῆς γῆς.
為要給孤兒和受欺壓的人伸寃、使強橫的人不再威嚇他們。


      
Help Me 七十士譯本詩篇[現代希臘口音朗讀] 轉載Youtube網站;原創 Anton Tasos Channel