Εἰς τὸ τέλος, ψαλμὸς τῷ Δαυιδ. 大衛的詩、交與伶長。 | |
Ἐπὶ τῷ κυρίῳ πέποιθα, πᾶς ἐρεῖτε τῇ ψυχῇ μου Μεταναστεύου ἐπὶ τὰ ὄρη ὡς στρουθίον;
我是投靠耶和華‧你們怎麼對我說、你當像鳥飛往你的山去。 |
|
ὅτι ἰδοὺ οἱ ἁμαρτωλοὶ ἐνέτειναν τόξον, ἡτοίμασαν βέλη εἰς φαρέτραν τοῦ κατατοξεῦσαι ἐν σκοτομήνῃ τοὺς εὐθεῖς τῇ καρδίᾳ.
看哪、惡人彎弓、把箭搭在弦上、要在暗中射那心裏正直的人。 |
|
ὅτι ἃ κατηρτίσω, καθεῖλον, ὁ δὲ δίκαιος τί ἐποίησεν;
根基若毀壞、義人還能作甚麼呢。 |
|
κύριος ἐν ναῷ ἁγίῳ αὐτοῦ, κύριος, ἐν οὐρανῷ ὁ θρόνος αὐτοῦ. οἱ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν πένητα ἀποβλέπουσιν, τὰ βλέφαρα αὐτοῦ ἐξετάζει τοὺς υἱοὺς τῶν ἀνθρώπων.
耶和華在他的聖殿裏‧耶和華的寶座在天上‧他的慧眼察看世人。 |
|
κύριος ἐξετάζει τὸν δίκαιον καὶ τὸν ἀσεβῆ, ὁ δὲ ἀγαπῶν ἀδικίαν μισεῖ τὴν ἑαυτοῦ ψυχήν.
耶和華試驗義人‧惟有惡人和喜愛強暴的人、他心裏恨惡。 |
|
ἐπιβρέξει ἐπὶ ἁμαρτωλοὺς παγίδας, πῦρ καὶ θεῖον καὶ πνεῦμα καταιγίδος ἡ μερὶς τοῦ ποτηρίου αὐτῶν.
他要向惡人密布網羅‧有烈火、硫磺、熱風、作他們杯中的分。 |
|
ὅτι δίκαιος κύριος καὶ δικαιοσύνας ἠγάπησεν, εὐθύτητα εἶδεν τὸ πρόσωπον αὐτοῦ.
因為耶和華是公義的‧他喜愛公義‧正直人必得見他的面。 |