Τοῦ Δαυιδ. Κρῖνόν με, κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην καὶ ἐπὶ τῷ κυρίῳ ἐλπίζων οὐ μὴ ἀσθενήσω.
〔大衛的詩。〕耶和華阿、求你為我伸寃、因我向來行事純全、我又倚靠耶和華並不搖動。 |
|
δοκίμασόν με, κύριε, καὶ πείρασόν με, πύρωσον τοὺς νεφρούς μου καὶ τὴν καρδίαν μου.
耶和華阿、求你察看我、試驗我、熬煉我的肺腑心腸。 |
|
ὅτι τὸ ἔλεός σου κατέναντι τῶν ὀφθαλμῶν μού ἐστιν, καὶ εὐηρέστησα ἐν τῇ ἀληθείᾳ σου.
因為你的慈愛常在我眼前‧我也按你的眞理而行。 |
|
οὐκ ἐκάθισα μετὰ συνεδρίου ματαιότητος καὶ μετὰ παρανομούντων οὐ μὴ εἰσέλθω,
我沒有和虛謊人同坐‧也不與瞞哄人的同羣。 |
|
ἐμίσησα ἐκκλησίαν πονηρευομένων καὶ μετὰ ἀσεβῶν οὐ μὴ καθίσω.
我恨惡惡人的會、必不與惡人同坐。 |
|
νίψομαι ἐν ἀθῴοις τὰς χεῖράς μου καὶ κυκλώσω τὸ θυσιαστήριόν σου, κύριε,
耶和華阿、我要洗手表明無辜、纔環繞你的祭壇‧ |
|
τοῦ ἀκοῦσαι φωνὴν αἰνέσεως καὶ διηγήσασθαι πάντα τὰ θαυμάσιά σου.
我好發稱謝的聲音‧也要述說你一切奇妙的作為。 |
|
κύριε, ἠγάπησα εὐπρέπειαν οἴκου σου καὶ τόπον σκηνώματος δόξης σου.
耶和華阿、我喜愛你所住的殿、和你顯榮耀的居所。 |
|
μὴ συναπολέσῃς μετὰ ἀσεβῶν τὴν ψυχήν μου καὶ μετὰ ἀνδρῶν αἱμάτων τὴν ζωήν μου,
不要把我的靈魂和罪人一同除掉‧不要把我的性命和流人血的一同除掉。 |
|
ὧν ἐν χερσὶν ἀνομίαι, ἡ δεξιὰ αὐτῶν ἐπλήσθη δώρων.
他們的手中有奸惡、右手滿有賄賂。 |
|
ἐγὼ δὲ ἐν ἀκακίᾳ μου ἐπορεύθην, λύτρωσαί με καὶ ἐλέησόν με.
至於我、卻要行事純全‧求你救贖我、憐恤我。 |
|
ὁ (γὰρ) πούς μου ἔστη ἐν εὐθύτητι, ἐν ἐκκλησίαις εὐλογήσω σε, κύριε.
我的腳站在平坦地方‧在眾會中我要稱頌耶和華。 |