Αλληλουια, Αγγαιου καὶ Ζαχαριου. Αἰνεῖτε τὸν κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις.
你們要讚美耶和華、從天上讚美耶和華、在高處讚美他。 |
|
αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ, αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ.
他的眾使者都要讚美他‧他的諸軍都要讚美他。 |
|
αἰνεῖτε αὐτόν, ἥλιος καὶ σελήνη, αἰνεῖτε αὐτόν, πάντα τὰ ἄστρα καὶ τὸ φῶς.
日頭月亮、你們要讚美他‧放光的星宿、你們都要讚美他。 |
|
αἰνεῖτε αὐτόν, οἱ οὐρανοὶ τῶν οὐρανῶν καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν.
天上的天、和天上的水、你們都要讚美他。 |
|
αἰνεσάτωσαν τὸ ὄνομα κυρίου, ὅτι αὐτὸς εἶπεν, καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν.
願這些都讚美耶和華的名‧因他一吩咐便都造成。 |
|
ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται.
他將這些立定、直到永永遠遠‧他定了命、不能廢去。〔廢去或作越過〕 |
|
αἰνεῖτε τὸν κύριον ἐκ τῆς γῆς, δράκοντες καὶ πᾶσαι ἄβυσσοι,
所有在地上的、大魚和一切深洋、 |
|
πῦρ, χάλαζα, χιών, κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ,
火與冰雹、雪和霧氣、成就他命的狂風、 |
|
τὰ ὄρη καὶ πάντες οἱ βουνοί, ξύλα καρποφόρα καὶ πᾶσαι κέδροι,
大山和小山、結果的樹木、和一切香柏樹、 |
|
τὰ θηρία καὶ πάντα τὰ κτήνη, ἑρπετὰ καὶ πετεινὰ πτερωτά,
野獸和一切牲畜、昆蟲和飛鳥、 |
|
βασιλεῖς τῆς γῆς καὶ πάντες λαοί, ἄρχοντες καὶ πάντες κριταὶ γῆς,
世上的君王和萬民、首領和世上一切審判官、 |
|
νεανίσκοι καὶ παρθένοι, πρεσβῦται μετὰ νεωτέρων,
少年人和處女、老年人和孩童、都當讚美耶和華。 |
|
αἰνεσάτωσαν τὸ ὄνομα κυρίου, ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ μόνου, ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ.
願這些都讚美耶和華的名‧因為獨有他的名被尊崇‧他的榮耀在天地之上。 |
|
καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ, ὕμνος πᾶσι τοῖς ὁσίοις αὐτοῦ, τοῖς υἱοῖς Ισραηλ, λαῷ ἐγγίζοντι αὐτῷ.
他將他百姓的角高舉‧因此他〔因此他或作他使〕一切聖民以色列人、就是與他相近的百姓、都讚美他。(你們要讚美耶和華。) |