Εἰς τὸ τέλος, ὑπὲρ τῶν ληνῶν· τοῖς υἱοῖς Κόρε ψαλμός.
可拉後裔的詩,交與伶長。用迦特樂器。 |
|
Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου, Κύριε τῶν δυνάμεων.
萬軍之耶和華啊, 你的居所何等可愛! |
|
ἐπιποθεῖ καὶ ἐκλείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ κυρίου· ἡ καρδία μου καὶ ἡ σάρξ μου ἠγαλλιάσαντο ἐπὶ θεὸν ζῶντα.
我羨慕渴想耶和華的院宇; 我的心腸,我的肉體向永生上帝呼籲。 |
|
καὶ γὰρ στρουθίον εὗρεν ἑαυτῷ οἰκίαν, καὶ τρυγὼν νοσσιὰν ἑαυτῇ οὗ θήσει τὰ νοσσία αὐτῆς· τὰ θυσιαστήριά σου, Κύριε τῶν δυνάμεων, ὁ βασιλεύς μου καὶ ὁ θεός μου.
萬軍之耶和華-我的王,我的上帝啊, 在你祭壇那裏,麻雀為自己找著房屋, 燕子為自己找著菢雛之窩。 |
|
μακάριοι οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου, εἰς τοὺς αἰῶνας τῶν αἰώνων αἰνέσουσίν σε. διάψαλμα.
如此住在你殿中的便為有福! 他們仍要讚美你。(細拉) |
|
μακάριος ἀνὴρ οὗ ἐστιν ἡ ἀντίλημψις αὐτοῦ παρὰ σοῦ, Κύριε· ἀναβάσεις ἐν τῇ καρδίᾳ αὐτοῦ διέθετο,
靠你有力量、心中想往錫安大道的, 這人便為有福! |
|
εἰς τὴν κοίλαδα τοῦ κλαυθμῶνος, εἰς τόπον ὃν ἔθετο. καὶ γὰρ εὐλογίας δώσει ὁ νομοθετῶν·
他們經過流淚谷,叫這谷變為泉源之地; 並有秋雨之福蓋滿了全谷。 |
|
πορεύσονται ἐκ δυνάμεως εἰς δύναμιν, ὀφθήσεται ὁ θεὸς τῶν θεῶν ἐν Σιών
他們行走,力上加力, 各人到錫安朝見上帝。 |
|
Κύριε ὁ θεὸς τῶν δυνάμεων, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι, ὁ θεὸς Ἰακώβ. διάψαλμα.
耶和華-萬軍之上帝啊,求你聽我的禱告! 雅各的上帝啊,求你留心聽!(細拉) |
|
ὑπερασπιστὰ ἡμῶν ἴδε ὁ θεός, καὶ ἐπίβλεψον ἐπὶ τὸ πρόσωπον τοῦ χριστοῦ σου.
上帝啊,你是我們的盾牌; 求你垂顧觀看你受膏者的面! |
|
ὅτι κρείσσων ἡμέρα μία ἐν ταῖς αὐλαῖς σου ὑπὲρ χιλιάδας· ἐξελεξάμην παραριπτεῖσθαι ἐν τῷ οἴκῳ τοῦ θεοῦ μᾶλλον ἢ οἰκεῖν ἐπὶ σκηνώμασιν ἁμαρτωλῶν.
在你的院宇住一日, 勝似在別處住千日; 寧可在我上帝殿中看門, 不願住在惡人的帳棚裏。 |
|
ὅτι ἔλεον καὶ ἀλήθειαν ἀγαπᾷ Κύριος ὁ θεός, χάριν καὶ δόξαν δώσει· Κύριος οὐχ ὑστερήσει τὰ ἀγαθὰ τοὺς πορευομένους ἐν ἀκακίᾳ.
因為耶和華-上帝是日頭,是盾牌, 要賜下恩惠和榮耀。 他未嘗留下一樣好處不給那些行動正直的人。 |
|
Κύριε, ὁ θεός τῶν δυνάμεων, μακάριος ἄνθρωπος ὁ ἐλπίζων ἐπὶ σέ.
萬軍之耶和華啊, 倚靠你的人便為有福! |